Categories
General

ΜΑΚΕΔΩΝΙΑ: ΝEA EYΡΗΜΑΤΑ

Γῆ πάντα τίκτει καὶ πάλιν κομίζεται.

Ἐνδον γῆς καλῶς ἐφυλάχθην ἡ τοῦ παρεληλυθότος χρόνου κληρονομία. Δύο τμήματα τοῦ ἀρχαίου ἑλληνικοῦ τρόπου πρὸς τὸ ζῆν ἦλθον προσφάτως εἰς τὸ φῶς, καινῶν ἀνακαλυφθέντων μνημείων ἕνεκα.

Καλλίονι μὲν τρόπῳ τὸν ἥμερον βίον τῶν Ἑλλήνων νῦν γιγνώσκειν οἷοί τε ἐσμὲν ἐξετάζοντες τὰ ὑπὸ τῆς ἀρχαίας Πέλλης μνημεῖα. Κάτω οὖν τῆς μέγιστης τῶν ἐν Μακεδωνίᾳ πόλεων ἀξιόλογη νεκρόπολις τοῦ πρώιμου χρόνου τοῦ χαλκοῦ ἐκείτο. Οἱ ἀνασκαφαί ἐγχώρια ἀγγεῖα καὶ ἄλλα ἐκ τῶν Κυκλάδων νήσων φερμένα ἔργα τέχνης σπουδαίον καὶ ἀκμάσαντα πολιτισμόν ἐπιφαίνοντα ἐμφάνισαν. Ὁ οὖν Ἀρχέλαος, καταλελειμμένων τῶν Αἰγῶν, διὰ πολλὰ ἐκεῖ τὸ βασίλειον μετήνεγκεν.

Ἔκτὸς δὲ τῶν τειχῶν τῆς Θεσσαλονίκης, κατὰ τὰς ἐργασίας κατασκευῆς τοῦ ὑπογείου δικτίου σιδηρόδρομου, ἐξ ἀπροσδοκήτου ἑκατόν καὶ δέκα τάφοι ἑλληνικστικῶν καὶ ῥωμαϊκῶν χρόνων εὑρέθησαν. Ὡς ἐπί τὸ πλείστον αὐτοὶ οἱ τάφοι κτερίσματα οὐκ ἐνέχουσιν. Ἄλλως τε πάντως οἱ ἀρχεολόγοι ὀλίγα πύλινα ἀγγεῖα, μικρὰ εἴδωλα, χαλκᾶ νομίσματα καὶ χρυσοβαφῆ κοσμήματα εὑρήκαν. Βεβαιῶσι δὲ αἱ τῆς πόλεως ἀρχαὶ ταῦτα τὰ εὑρήματα ἀνεῦ μεγάλης ἀξίας εἶναι. Τὰ ἐν λόγῳ “ἄδοξα” εὑρήματα μέλλει φυλάττεσθαι ἐν τινι μουσείῳ τῆς πόλεως, ἵνα, ὡς εἰκάσαι, ταχέως τὰ ἔργα προχωρῇ πρὸς ὄφελος τῆς τοῦ σήμερον πολιτείας.

Versió catalana

By santi

Profesor Asociado de Griego