Ἡ ὀλυμπιακὴ φλόξ τὴν πορείαν πρὸς πέντε ἠπείρους ἤρξατο.
Μετά τὴν ἀνὰ τετραετῆ μυσταγωγικὴν τελετὴν ἀφῆς ἐν τῷ ὑπὸ τοῦ Κρονίου Λόφου ἱερῷ χώρῳ τῆς ἀρχαίας Ὀλυμπίας, παρουσίᾳ τῶν ἑλληνικῶν ἀρχῶν καὶ πολλῶν ξένων, ἡ πρωθιέρεια, ἡ Μαρία τοῦ Ναυπλιώτου, τὸ ἱερὸ φῶς παρέδωκε τῷ πρώτῳ λαμπαδηδρόμῳ, τῷ ὀλυμπιονίκῃ τῷ Ἀλεξάνδρῳ τοῦ Νικολαΐδου. Μετά τὴν λαμπαδηδρομίαν ἑπτὰ ἡμερῶν ἐντός τῆς ῾Ελλάδος, τὸ φῶς τὸ ἱερὸ μέλλει παραδοθῆναι εἰς τὰς χεῖρας τῶν τοὺς ᾿Ολυμπιακοὺς Ἀγώνας διοικοῦντων.
Τρία μέλη τοῦ συνδέσμου “Δημοσιογράφοι ἄνευ ὁρίων“, τὴν τελετὴν διέκοψαν κατὰ τὸν λόγον τοῦ ἄρχοντος τῆς τοῦ Πεκίνου ἐπιτροπῆς. Οἱ διαμαρτυρόμενοι συνθήματα ὑπέρ τοῦ Θιβέτ ἐφώναξαν καὶ τἀεναντία τῇ ἄδικῃ καταπνίξει ἐπὶ τοὺς θιβετάνους τοῦ ἐν τῇ Κίνᾳ κράτους.
Πάντες δὲ ποθοῦμεν τὴν φλόγα τὸ μήνυμα τοῦ εὐ διαγωνίζεσθαι μεταφέρειν καὶ τὸ νόημα τοῦ ὀλυμπισμοῦ, τούτ’ ἐστιν μηνύματα εἰρηνικῆς συνυπάρξεως.
Versiò catalana